Ancient Greek
158 to 161
Origen, Commentarii in Evangelium Joannis 158-3-161
Not analysed yet
ἐπιστήσεις δὲ εἰ καὶ ἡ τοῦ Μωσέως πρὸς Ἰούδαν εὐλογία εἰς Χριστὸν ἀναφέρεσθαι καὶ τοῖς Σαμαρεῦσιν ἂν συνδοκοίη οὕτως ἔχουσα· »Εἰσάκουσον, κύριε, φωνὴν Ἰούδα, καὶ εἰς τὸν λαὸν αὐτοῦ »ἔλθοις ὄν· αἱ χεῖρες αὐτοῦ ἅμα κρινοῦσιν αὐτῷ, καὶ βοηθὸς ἐκ τῶν »ἐχθρῶν αὐτοῦ ἔσῃ«. ἐπεὶ δὲ αὐχοῦσιν πατριάρχην Σαμαρεῖς τὸν Ἰωσήφ, ἐφίστημι μήποτε τήν τε τοῦ Ἰακὼβ εἰς τὸν Ἰωσήφ τινες εὐλογίαν [αὐτῷ] καὶ τὴν τοῦ Μωσέως ἐκδέξονται λέγεσθαι εἰς Χριστοῦ παρουσίαν· τῷ δὲ βουλομένῳ ἐξέσται ἀπ' αὐτῆς τῆς γραφῆς λαβεῖν τὰ ῥητά. καὶ αὐτὸς δὲ ὁ σωτὴρ εἰδὼς Μωσέα πολλὰ ἀναγεγραφότα τῆς περὶ Χριστοῦ προφητείας φησὶ τοῖς Ἰουδαίοις· »Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετεἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος «. τυπικῶς μὲν οὖν καὶ αἰνιγματώδως ἀναφερόμενα εἰς τὸν χριστὸν τῶν ἀναγεγραμμένων ἐν τῷ νόμῳ πλεῖστα ὅσα ἔστιν εὑρεῖν· γυμνότερα δὲ καὶ σαφέστερα ἐγὼ οὐχ ὁρῶ ἐπὶ τοῦ παρόντος ἄλλα τινὰ παρὰ ταῦτα. Μεσσίας μέντοι γε Ἑβραϊστὶ καλεῖται, ὅπερ οἱ μὲν ἑβδομήκοντα »Χριστὸς« ἡρμήνευσαν· ὁ δὲ Ἀκύλας «Ἠλιμμένος«.