Ancient Greek · ~2 min
160 to 161
Origen, Commentarii in Evangelium Joannis 160-2-161
Not analysed yet
ὁ δὲ Μάρκος· »Ἐκήρυσσεν, »φησίν, Ἰωάννης λέγων· Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. ἐγὼ »ἐβάπτισα ὑμᾶς ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ«· πρὸς πλείονας καὶ πάντας τοὺς ἀκούοντας διδάσκων ταῦτα κεκηρῦχθαι. ὁ δὲ Λουκᾶς φησιν ὅτι »Προσδοκῶντος τοῦ λαοῦ καὶ διαλογι- »ζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε »αὐτὸς εἴη ὁ χριστός, ἀπεκρίνατο λέγων πᾶσιν ὁ Ἰωάννης· Ἐγὼ μὲν »ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί«