Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 164-2
Not analysed yet
οὐκ οἶδα δὲ ὁπότερον εἴπω, πότερον τὴν πολλήν μου ἀσθένιαν, τὰ εὐτελῇ τοῦ χριστοῦ συγκρίσει τῶν περὶ ἑαυτὸν μειζόνων φέρειν μὴ δυναμένην, ἢ δὴ τὴν ἐκείνου ὑπερβάλλουσὰν καὶ μείζονα παντὸς τοῦ κόσμου θειότητα· εἴγε ἐγώ, ὁ τηλικαύτην χωρήσας χάριν ὡς καὶ προφητείας ἠξιῶσθαί με, προλεγούσης τὰ περὶ τῆς εἰς τὸν βίον τῶν ἀνθρώπων ἐπιδημίας μου ἐν τῷ »Ἐγὼ »φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ‘ καὶ »Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου«· ἐγὼ, οὑ τὴν γένεσιν »Γαβριὴλ ὁ παρεστη- »κὼς ἐνώπιον τοῦ θεοῦ« παραδόξως εὐηγγελίσατο ἐν γήρᾳ γεγεννημένου τῷ πατρί μου, ἐγώ, ἐφ' οὑ τῷ ὀνόματι Ζαχαρίας αμα ἀπέλαβεν τὴν φωνὴν καὶ τὸ προφητεύειν δι' αὐτῆς, ἐγώ, ὁ ὑπὸ τοῦ κυρίου μου μαρτυρούμενος ὡς ἄρα μείζων ἐν γεννητοῖς γυναικῶν ἐμοῦ οὐδεὶς τυγχάνει, οὐδὲ τὰ ὑποδήματα βαστάσαι ἱκανός· εἰ δὴ γὰρ μηδὲ τὰ ὑποδήματα, τί λεκτέον περὶ τῶν ἐνδυμάτων αὐτοῦ; τίς οὑτος, ὃς ὁλόκληρον αὐτοῦ τὸ ἱμάτιον τηρῆσαι δυνήσεται; τίς, ὃς νοήσει τὸν ἐκ τῶν ἄνωθεν χιτῶνα ἄραφον διὰ τὸ δι’ ὅλου ὑφαντὸν τυγχάνειν καταλαβεῖν ὃν ἔχει λόγον;