Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 167
Not analysed yet
τοῦτο δὴ τὸ φῶς, ὃ γέγονεν ἐν τῷ λόγῳ, τυγχάνον καὶ ζωή, »φαίνει ἐν τῇ σκοτίᾳ« τῶν ψυχῶν ἡμῶν καὶ ἐπιδεδήμηκεν ὅπου οἱ κοσμοκράτορες τοῦ σκότους τούτου οἵτινες διὰ τοῦ. Παλαίειν τῷ τῶν ἀνθρώπων γένει τῷ σκότῳ ὑπάγειν †ἀγωνίζονται τοὺς μὴ παντὶ τρόπῳ ἱσταμένους) ὑπὲρ τοῦ αὐτοὺς πεφωτισμένους φωτὸς χρηματίσαι υἱούς. καὶ φαῖνον ἐν τῇ σκοτίᾳ τοῦτο τὸ φῶς διώκεται μὲν ὑπ᾿ αὐτῆς, οὐ καταλαμβάνεται δέ.