Ancient Greek · ~1 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 17-2
Not analysed yet
Ἔτι δὲ περὶ τοῦ τοὺς πρὸ τῆς σωματικῆς ἐπιδημίας τοῦ Ἰησοῦ ἁγίους πλέον τι τῶν πολλῶν τῶν πιστευόντων ἐσχηκότας τὰ τῆς θειότητος μυστήρια κατανενοηκέναι, τοῦ λόγου τοῦ θεοῦ διδάσκοντος αὐτοὺς καὶ πρὶν γένηται σάρξ, (ἀεὶ γὰρ εἰργάζετο, μιμητὴς τοῦ πατρὸς ὢν περὶ οὑ λέγει· »Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται«) ἔστιν ἐπιλογίσασθαι καὶ ἀπὸ τούτων τῶν λέξεων·