Ancient Greek
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 17-3
Not analysed yet
συμφερέσθωσαν δέ, ὡς προειρήκαμεν, οὗτοι τὰ ἀληθῆ ἀπαγγέλλοντες περὶ τοῦ θεοῦ καὶ τῶν πρός τινας εὐεργεσιῶν αὐτοῦ ἀλλήλοις ἐπί τινων ἀπαγγελλομένων ὑπ' αὐτῶν διηγήσεων. δέξει τοίνυν τῷ ἱστορίαν εἶναι νομίζοντι τὴν τούτων γραφήν, ἣ διὰ εἰκόνς ἱστορικῆς πρόσθοιτ' ἂν παραστῆσαι τὰ πράγματα, καὶ τὸν θεὸν ὑπολαμβάνοντι κατὰ περιγραφὴν εἶναι ἐν τόπῳ, μὴ δυνάμενον ἐν τῷ αὐτῷ πλείονας ἑαυτοῦ ἐμποιῆσαι φαντασίας πλείοσιν ἐν πλείοσιν τόποις καὶ πλείονα ἅμα λέγειν, ἀδύνατον εἶναι ἀληθεύειν οὓς ὑπεθέμην τέσσαρας, τῷ ἀδύνατον εἶναι ἐν τῷδέ τινι τῷ τεταγμένῳ καιρῷ τὸν θεὸν εῖναι, ἅτε καὶ κατὰ περιγραφὴν αὐτὸν νενοημένον ἐν τόπῳ εἶναι, καὶ τῷδε καὶ τῷδε λέγειν τάδε καὶ τάδε, καὶ ποιεῖν τάδε καὶ τὰ τούτοις ἐναντία, καὶ φέρε εἰπεῖν καθε- ζόμενον ἅμα καὶ ἑστῶτα εἶναι, εἰ ὁ μὲν τῷδε τῷ καιρῷ λέγοι αὐτὸν ἑστῶτα τάδε τινὰ εἰρηκέναι ἢ πεποιηκέναι ἐν τῷδε τῷ τόπῳ, ὁ δὲ καθεζόμενον.