Ancient Greek
17 to 21
Origen, Commentarii in Evangelium Joannis 17-4-21
Not analysed yet
οἷον ***τὴν τοῦ ἁλλομένου, ὥς φησιν, εἶναι τὴν αἰώνιον ζωήν· ὥσπερ δὴ περὶ τοῦ νυμφίου ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων διαλεγόμενος Σολομῶν φησιν· »Ἰδοὺ οὑτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνούς‘. ὡς γὰρ ἐκεῖ ὁ νυμφίος ἐπὶ τὰς μεγαλοφυεστέρας καὶ θειοτέρας πηδᾷ ψυχὰς ὄρη λεγομένας, ἐπὶ δὲ τὰς ὑποδεεστέρας διάλλεται βουνοὺς ὀνομαζομένας, οὕτως ἐνταῦθα ἡ γενομένη ἐν τῷ πιόντι ἐκ τοῦ ὕδατος, οὗ δίδωσιν ὁ Ἰησοῦς, πηγὴ ἅλλεται εἰς τὴν αἰώνιον ζωήν. τάχα δὲ καὶ πηδήσει μετὰ τὴν αἰώνιον ζωὴν εἰς τὸν ὑπὲρ τὴν αἰώνιον ζωὴν πατέρα· Χριστὸς γὰρ ἡ ζωή· ὁ δὲ μείζων τοῦ χριστοῦ, μείζων τῆς ζωῆς. Τότε δὲ ὁ πιὼν ἐκ τοῦ ὕδατος, οὗ δώσει ὁ Ἰησοῦς, ἕξει τὴν γενομένην ἐν αὐτῷ πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον, ὅτε πληροῦται τοῦ μακαριζομένου ἐπὶ τῷ πεινῆν καὶ διψῆν τὴν δικαιοσύνην ἡ ἐπαγγελία. φησὶ γὰρ ὁ λόγος· Μακάριοι οἱ πεινῶντες καὶ »διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται«.