Ancient Greek · ~2 min
173 to 174
Origen, Commentarii in Evangelium Joannis 173-2-174
Not analysed yet
εἷς γὰρ ὁ τῆς ἀσαφείας δεσμός, ὥσπερ καὶ μία ἡ τῆς γνώσεως κλείς, ἅτινα οὐδὲ ὁ μείζων ἐν γεννητοῖς γυναικῶν καθ’ αὑτὸν ἱκανὸς λῦσαι ἢ ἀνοῖξαι, τοῦ δήσαντος καὶ κλείσαντος μόνου δωρουμένου οἷς βούλεται τὸ λῦσαι καὶ ἀνοῖξαι τὸν ἱμάντα τῶν ὑποδημάτων καὶ τὰ κεκλεισμένα. Εἰ δὲ μυστικὸς ὁ περὶ τῶν ὑποδημάτων τόπος, οὐδὲ τοῦτο παρελθετέον. οἶμαι τοίνυν τὴν μὲν ἐνανθρώπησιν, ὅτε σάρκα καὶ ὀστέα ἀναλαμβάνει ὁ τοῦ θεοῦ υἱός, τὸ ἕτερον εἶναι τῶν ὑποδημάτων, τὴν δὲ εἰς ᾅδου κατάβασιν, ὅστις ποτέ ἐστιν ὁ ᾅδης, καὶ τὴν εἰς φυλακὴν μετὰ τοῦ] πνεύματος πορείαν τὸ λοιπόν.