Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑTA ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΤΟΜΟΣ Κ.
Origen, Commentarii in Evangelium Joannis 175-4
Not analysed yet
φεύγων γοῦν τις ὡς ἄτοπον τὸ φάσκειν εἶναι ψεῦδος τὸν ἀντίχριστον, ἐρεῖ καὶ πᾶσιν ἐφαρμόζειν τοῖς ψευδομένοις τὸ »Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ«· τὸ rὰρ ἐν ἑκάστῳ τῶν ψευδομένων φεῦόος ἐπὰν λαλῇ, »ἐκ τῶν ἰδίων« τοῦ ψεύδους »λαλεῖ«· ἀλλὰ καὶ τὸ »Ψεύστης ἐστὶν ὁ πατὴρ αὐτοῦ« †ἀνενέγκει ἐπὶ τὸ ἕκαστον τὸν προφερόμενον ψεῦδος ἐκ στόματος ἑαυτοῦ πατέρα εἶναι οὗ λαλεῖ ψεύδους· καὶ οὐκ ἐπίθανός γε ἔσται ἡ τοιαύτη ἀπό- καὶ ταῦτα μὲν ὡς παρακείμενα τῇ ἀμφιβολίᾳ τοῦ ἐκκειμένου ἡμῖν ῥητοῦ εἰρήσθω.