Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 18
Not analysed yet
ἀληθινὸς οὖν θεὸς ὁ θεός, οἱ δὲ κατ’ ἐκεῖνον μορφούμενοι θεοὶ ὡς εἰχόνες πρωτοτύπου· ἀλλὰ πάλιν τῶν πλειόνων εἰκόωνων ἡ ἁρχέτυπος εἰκὼν ὁ πρὸς τὸν θεόν ἐστι λόγος, ὃς »ἐν ἀρχῇ« ἦν, τῷ εἶναι »πρὸς »τὸν θεὸν« ἀεὶ μένων »θεὸς«, οὐκ ἂν δ’ αὐτὸ ἐσχηκὼς εἰ μὴ πρὸς θεὸν ἦν, καὶ οὐκ ἂν μείνας θεός, εἰ μὴ παρέμενε τῇ ἀδιαλείπτῳ θέᾳ τοῦ πατρικοῦ βάθους.