Ancient Greek · ~5 min
182 to 186
Origen, Commentarii in Evangelium Joannis 182-4-186
Not analysed yet
πάνυ δὲ παρατετηρημένως έν τοῖς ἑξῆς οἱ Σαμαρεῖται ἐρωτῶσιν τὸν Ἰησοῦν, οὐχ ἵνα μείνῃ ἐν τῇ πόλει, ἀλλὰ »παρ' αὐτοῖς«, τουτέστιν ἵνα γένηται ἐν τῷ ἡγεμονικῷ αὐτῶν· τάχα γὰρ οὐκ ἠν δυνατὸν μεῖναι αὐτὸν ἐν τῇ πόλει αὐτῶν, ἐπείπερ καὶ αὐτοὶ ἐξῆλθον εὖ ποιοῦντες ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν. Ὅτι δὲ τοιαῦτά τινα δηλοῦται ἀκριβέστατα εἰς τὰς ἀναγωγάς, ἀφορμὰς ἡμῖν διδόντος τοῦ εὐαγγελιστοῦ, ἐκ τούτων κατακριτέον. πρότερον μὲν γέγραπται· »Ἑξῆλθον ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς »αὐτόν«, καὶ μετ' ὀλίγα· »Ἐκ δὲ τῆς τῆς πόλεως ἐκείνης πολλοὶ ἐπί- »στευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς Ι γυναικὸς »μαρτυτούσης ὅτι Εἶπέν μοι πάντα, ἃ ἐποίησα· ὡς οὖν ἦλθον πρὸς »αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτόν μεῖναι παρ' αὐτοῖς«. καὶ πρότερον οὐν ἐκ τῆς πόλεως ἤρχοντο πρὸς αὐτόν. καὶ δεύτερον ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἔτι ὄντα παρὰ τῇ πηγῇ τοῦ Ἰακὼβ οὐ γὰρ φαίνεται κεκινημένος ἐκεῖθεν), »καὶ ἠρώτων αὐτὸν μεῖναι παρ’ »αὐτοῖς«· οὐ γέγραπται δὲ μετὰ τοῦτο, ὅτι εἰσῆλθεν εἰς τὴν πόλιν, ἀλλ’ »Ἔμεινεν ἐκεῖ δύο ἡμέρας«. ἀλλὰ καὶ ἐν τοῖς ἑξῆς οὐκ εἴρηται Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκ τῆς πόλεως« ἀλλὰ »Καὶ ἐξῆλθεν ἐκεῖθεν‘· ὅσον γὰρ ἐπὶ τῷ νοητῷ πᾶσα ἡ οἰκονομία τῆς ὠφελείας τοῖς Σαμαρεῦσιν παρὰ τῇ πηγῇ γεγένηται τοῦ Ἰακώβ.