Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 185
Not analysed yet
τάχα οὖν νικώμενος ὑπὸ τῆς τοῦ θεοῦ χάριτος δωρεὰν εἰληφεν, μηδέπω τὸ ὅσον ἐφ’ ἑαυτῷ ἄξιος ὢν λῦσαι τὸν ἱμάντα τοῦ ἑτέρου τῶν ὑποδημάτων ,νοήσας αὐτοῦ τὴν ἐν ἀνθρώποις ἐπιδημίαν, περὶ ἡς καὶ μαρτυρεῖ· ἐπεὶ δὲ ἔλειπεν αὐτῷ ἡ περὶ τῶν ἑξῆς κατάληψις, οὐκ εἰδότι πότερον Ἰησοῦς ἐστιν ὁ κἀκεὶ ἐρχόμενος, ὅπου ἀπὸ τῆς φυλακῆς γίνεσθαι ἕμελλεν ἀποκεφαλισθείς, ἢ ἕτερον προσδοκᾶν ἐχρῆν, διὰ τοῦτο τὴν σαφέστερον ὕστερον ἐπαπόρησιν ἡμῖν δηλουμένην καὶ νῦν αἰνιττόμενος φησὶ τὸ »Οὐκ εἰμὶ ἐγὼ ἄξιος, ἵνα λύσω αὐτοῦ τὸν »ἱμάντα τοῦ ὑποδήματος«.