Ancient Greek · ~1 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 193
Not analysed yet
Ἡγοῦμαι δὲ ὅτι ὥσπερ ἐν ἡμῖν φωνὴ καὶ λόγος διαφέρει, δυναμένης μέντοι γἐ ποτε φωνῆς τῆς μηδὲν σημαινούσης προφέρεσθαι χωρὶς λόγου, οἴου τε δὲ ὄντος καὶ λόγου χωρὶς τῷ νῷ ἀπαγγέλλεθαι φωνῆς, ὡς ἐπὰν ἐν ἑαυτοῖς διεξοδεύωμεν, οὕτω τοῦ σωτῆρος κατά τινα ἐπίνοιαν ὅντος λόγου διαφέρει τούτου ὁ Ἰωάννης, ὡς πρὸς τὴν ἀναλογίαν τοῦ χριστοῦ τυχγάνοντος λόγου φωνὴ ὤν.