Ancient Greek
Brchstück des IV. Buches.
Origen, Commentarii in Evangelium Joannis 2
Not analysed yet
Ἅτε δὲ οὐκ ἀσυνίσθητοι τυγχάνοντες οἱ ἀπόστολοι τῶν ἐν οὶ͂ς προσκόπτουσι, καὶ περὶ ἅ οὐκ ἠσχόηλνται, φασὶν ἰδιῶται ἐῖναι »τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει«. νομιστέον γὰρ αὐτὸ οὐχ ὑπὸ Παύλου μόνον, ἀλλὰ καὶ ὑπὸ τῶν λοιπῶν ἀποστόλων λέγεσθαι ἄν. ἡμεῖς δὲ καὶ τὸ »ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἴνα »ἠ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν‘ ἐξειλήφα- μεν, »θησαυροῦ« μὲν λεγομένου τοῦ ἀλλαχόσε θησαυροῦ τῆς γνώσεως καὶ σοφίας τῆς ἀποκρύφου, »ὀστρακίνων« δὲ σκευῶν‘ τῆς εὐτελοῦς καὶ εὐκαταφρονήτου παρ’ Ἕλλησι λέξεως τῶν γραφῶν, ἀληθῶς ὑπερβολῆς δυνάμεως τοῦ θεοῦ ἐμφαινομένης. ὅτι ἴσχυσε τὰ τῆς ἀληθείας μυστήρια καὶ ἡ δύναμις τῶν λεγομένων οὐκ ἐμποδιζο- μένη ὑπὸ τῆς εὐτελοῦς φράσεως φθάσαι ἕως περάτων γῆς καὶ ὑπαγαγεῖν τῷ Χριστοῦ λόγῳ οὐ μόνον τὰ μωρὰ τοῦ κόσμου, ἀλλ’ ἔστιν ὅτε καὶ τὰ σοφὰ αὐτοῦ. βλέπομεν γὰρ τὴν κλῆσιν, οὐχ ὅτι οὐδεὶς σοφὸς κατὰ σάρκα, ἀλλ' »ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα( ἀλλὰ καὶ »ὀφειλέτης «ἐστὶ Παῦλος καταγγέλλων τὸ εὐαγγέλιον ,οὐ μόνον »βαρβάροις« παραδιδόναι τὸν λόγον, ἀλλὰ καὶ »Ἕλλησιν«, καὶ οὐ μό- νον ἀνοήτοις‘ τοῖς εὐχερέστερον συγκατατιθεμένοις ,ἀλλὰ καὶ »σο- »φοῖς«· ἱκάνωτο γὰρ ὑπὸ θεοῦ »διάκονος« εἶναι »τῆς καινῆς διαθήκης«, χρώμενος »ἀποδείξει πνεύματος καὶ δυνάμεως«, ἵνα ἡ τῶν πιστευόντων συγκατάθεσις »μὴ 7] ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ' ἐν δυνάμει »θεοῦ«. ἴσως γὰρ εἰ κάλλος καὶ περιβολὴν φράσεως ὡς τὰ παρ’ Ἕλλησι θαυμαζόενα εἶχεν ἡ γραφή, ὑπενόησεν ἄν τις οὐ τὴν ἀλή- θειαν κεκρατηκέναι τῶν ἀνθρώπων, όλλὰ τὴν ἐμφαινομένην ἀκολουθίαν καὶ τὸ τῆς φράσεως κάλλος ἐψυχαγωγηκέναι τοὺς ἀκροωμένοθς, καὶ ἠπατηκὸς αὐτοὺς προσειληφέναι.