Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 20
Not analysed yet
ὁ γὰρ ἐν ἑκάστῳ λόγος τῶν λογικῶν τοῦτον τὸν λόγον ἕχει πρὸς τὸν ἐν ἀρχῇ λόγον πρὸς τὸν θεὸν ἄντα λόγον θεόν, ὃν ὁ θεὸς λόγος πρὸ τὸν θεόν· ὡς γὰρ αὐτόθεος καὶ ἀληθινὸς θεὸς ὁ πατὴρ πρὸς εἰκόνα καὶ εἰκόνας τῆς εἰκόνος, (διὸ καὶ »κατ’ εἰκόνα« λέγονται εἶναι οἱ ἄνθρωποι, οὐκ »εἰκόνες«) οὕτως ὁ αὐτόλογος πρὸς τὸν ἐν ἑκάστῳ λόγου. ἀμφότερα γὰρ πηγῆς ἔχει χώραν, ὁ μὲν πατὴρ θεότητος, ὁ δὲ υἱὸς λόγου.