Ancient Greek · ~7 min
200 to 205
Origen, Commentarii in Evangelium Joannis 200-205
Not analysed yet
καὶ φασιν· »Εἰ Μωσῆς πεπίστευται διὰ τὸν λόγον καὶ τὰς δυνάμεις, οὐ Δεηθεὶς μαρτύρων πρὸ αὐτοῦ τινων αὐτὸν καταγγειλάντων, ἀλλὰ καὶ ἕκαστος τῶν προφητῶν παρεδέχθη ὑπὸ τοῦ λαοῦ »ὡς ἀπὸ θεοῦ ἀποσταλείς, πῶς οὐχὶ μᾶλλον Μωϋσέως καὶ τῶν προφητῶν διαφέρων δύναται χωρὶς προφητῶν μαρτυ- ρούντων τὰ περὶ αὐτοῦ ἀνῦσαι ὅ βούλεται καὶ ὠφελῆσαι τὸ τῶν ἀνθρώπων γένος«; παρέλκειν οὐν οἴονται τὸ ὐπὸ προφητῶν αὐτὸν νομίζεσθαι προκατηγγέλθαι, τοῦτο πραγματευσαμένων, ὡς εἴποιεν ἂν ἐκεῖνοι, τῶν τὴν καινότητα τῆς θεότητος παραδέξασθαι τοὺς εἰς Χριστὸν πιστεύοντας οὐ βουλομένων, ἀλλὰ ἐπὶ τὸν αὐτὸν καταντῆσαι θεόν, ὅν καὶ πρὸ Ἰησοῦ Μωσῆς καὶ οἱ προφῆται ἐδίδαξαν. Λεκτέον οὖν πρὸς αὐτούς, ὅτι πολλῶν αἰτίων δυναμένων γενέσθαι προκαλουμένων εἰς τὸ πιστεύειν, ἐνίοτέ τινων ἀπὸ τῆσδε μὲν τῆς ἀποδείξεως οὐ πληττομένων, ἀπὸ ἑτέρας δέ, ἔχειν τὸν θεὸν πλείονας ἀφορμὰς ἀνθρώποις παρέχειν, ἴνα παραδεχθῇ, ὅτι θεὸς ὁ ὑπὲρ πάντα τὰ γενητὰ ἐνηνθρώπησεν. ἐναργῶν γοῦν ἔστιν ἰδεῖν τινας ἐκ τῶν προφητικῶν προρρήσεων εἰς θαυμασμὸν τοῦ χριστοῦ ἐρχομένους, κα- ταπληττομένους τὴν τῶν τοσούτων πρὸ αὐτοῦ προφητῶν φωνὴν συνιστᾶσαν τόπον γενέσεως αὐτοῦ καὶ χώραν χώραν καὶ ἰσχὺν διδασκαλίας, δυνάμεών τε θαυμασίων ποίησιν καὶ πάθος ἀνθρώπινον ὑπὸ ἀναστάσεως καταλυόμενον. καὶ τοῦτο δὲ ἐπισκεπτέον, ὅτι αἱ μὲν τεράστιοι δυνάμεις τοὺς κατὰ τὸν χρόνον τοῦ κυρίου γενομένους προκαλεῖσθαι ἐπὶ τὸ πιστεύειν ἐδύναντο, οὐκ ἔσωζον δὲ τὸ ἐμφαν- τικὸν μετὰ χρόνους πλείονας ἤδη καὶ μῦθοι εἶναι ὑπονοηθεῖσαι. πλεῖον γὰρ τῶν τότε γενομένων δυνάμεων ἰσχύει πρὸς πειθὼ ἡ νῦν συνεξ- εταζομένη ταῖς δυνάμεσι προφητείαι κἀκείνας ἀπιστεῖσθαι ὑπὸ τῶν ἐρευνώντων αὐτὰς κωλύουσα. τάχα δὲ αἱ προφητικαὶ μυρτυρίαι οὐ μόνον κηρύσσουσι Χριστὸν ἐλευσόμενον οὐδὲ τοῦθ᾿ ἡμᾶς διδάσκουσι καὶ ἄλλο οὐθέν, ἀλλὰ πολλὴν θεολογίαν σχέσιν τε πατρὸς πρὸς υἱὸν καὶ υἱοῦ πρὸς πατέρα μαθεῖν μαθεῖν οὐκ ἔλαττον ἀπὸ τῶν προφητῶν, δι' ὡν ἀπαγγέλλουσι τὰ περὶ αὐτοῦ ἢ ἀπὸ τῶν ἀποστόλων διηγουμένων μένων τὴν μεγαλειότητα τοῦ υἱοῦ τοῦ θεοῦ.