Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 202
Not analysed yet
πῶς δὲ μετὰ τοῦ τὸν κόσμον κόσμον ὑπόδημα νοεῖσθαι τοῦ Ἰησοῦ παραστῆσαι δυνήσεται τὸ »Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ »πληρῶ; λέγει κύριος«; πλὴν ἄξιον ἐπιστῆσαι πότερον τῷ τὸν λόγον καὶ τὴν σοφίαν διαπεφοιτηκέναι δι' ὅλου τοῦ κόσμου, τὸν δὲ πατέρα ἐν τῷ υἱῷ εἶναι, ὡς Παρεθέμεθα, τὰ ῥητὰ δεῖ νοῆσαι, ἢ ὁ προηγουμένως περιζωσάμενος πᾶσαν τὴν κτίσιν παρὰ τὸ τὸν υἱὸν εἶναι ἐν αὐτῷ ἐχαρίσατο τῷ σωτῆρι, ὡς μετ’ αὐτὸν δευτέρῳ καὶ θεῷ λόγῳ τυγχάνοντι, δι' ὅλης ἐφθακέναι τῆς κτίσεως.