Ancient Greek · ~4 min
21 to 23
Origen, Commentarii in Evangelium Joannis 21-2-23
Not analysed yet
καὶ ὁ Ἰησοῦς τοίνυν πολλά ἐστιν ταῖς ἐπινοίαις, ὧν ἐπινοιῶν εἰκὸς τοὺς εὐαγγελιστὰς διαφόρους ἐννοίας λαμβάνοντας, ἐσθ' ὅτε καὶ συμφερομένους ἀλλήλοις περί τινων ἀναγεγραφέναι τὰ εὐαγγέλια· οἷον ἀληθὲς εἰπεῖν τὰ ὡς πρὸς τὴν λέξιν ἀντικείμενα περὶ τοῦ κυρίου ἡμῶν, ὅτι »γέγονεν ἐκ Δαβίδ«, καὶ »οὐ γέγονεν ἐκ Δαβίδ«. ἀληθὲς μὲν γὰρ τὸ Γέγονεν ἐκ Δαβίδ«, ὡς καὶ ὁ ἀπόστολός φησι· Τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα«, εἰ τὸ σωματικὸν αὐτοῦ ἐκλάβοιμεν· ψευδὲς δὲ αὐτὸ τοῦτο, εἰ ἐπὶ τῆς θειοτέρας δυνάμεως ἀκούοιμεν τὸ γεγονέναι αὐτὸν ἐκ σπέρματος Δαβίδ· ὡρίσθη γὰρ υἱὸς θεοῦ ἐν δυνάμει. Καὶ τάχα διὰ τοῦτο αἱ ἅγιαι προφητεῖαι ὅπου μὲν δοῦλον, ὅπου δὲ υἱὸν αὐτὸν ἀναγορεύουσιν· δοῦλον μὲν διὰ τὴν »δούλου μορ- »φὴν« καὶ τὸν »ἐκ σπέρματος Δαβίδ«, υἱὸν δὲ κατὰ τὴν πρωτότοκον αὐτοῦ δύναμιν. οὕτως αὐτὸν ἀληθὲς εἰπεῖν ἄνθρωπον καὶ οὐκ ἄνθρωπον· ἄνθρωπον μὲν κατὰ τὸ θανάτου δεκτικόν, οὐκ ἄνθρωπον δὲ κατὰ τὸ ἀνθρώπου θειότερον.