Ancient Greek · ~5 min
210 to 214
Origen, Commentarii in Evangelium Joannis 210-2-214
Not analysed yet
»Εἰς τὴν χώραν τῶν Γαδαρηνῶν« καὶ πρὸς τοῦτο λεκτέον. Γάδαρα γὰρ πόλις μέν ἐστιν τῆς Ἰουδαίας, περὶ ἣν τὰ διαβόητα θερμὰ τυγχάνει, λίμνη δὲ κρημνοῖς παρακειμένη οὐδαμῶς έστιν ἐν αὐτῇ <ἢ> θάλασσα. ἀλλὰ Γέργεσα, ἀφ’ ἧς οἱ πόλις ἀρχαία περὶ τὴν νῦν καλουμένην Τιβερίαδα λίμνην, περὶ ἣν κρημνὸς παρακείμενος τῇ λίμνῃ, ἀφ’ οὗ δείκνυται τοὺς χοίρους ὑπὸ τῶν δαιμόνων καταβεβλῆσθαι. ἑρμηνεύεται δὲ ἡ ἐργεσα >παροικία ἐκβεβληκότων<, ἐπώνυμος οὖσα τάχα προφητικῶς οὗ περὶ τὸν πεποιήκασιν παρακαλέσαντες αὐτὸν μεταβῆναι ἐκ τῶν ὁρίων αὐτῶν οἱ τῶν χοίρων πολῖται. Τὸ δ' ὅμοιον περὶ τὰ ὀνόματα σφάλμα πολλαχοῦ τοῦ νόμου καὶ τῶν προφητῶν ἔστιν ἰδεῖν. ,ὡς ἠκριβώσαμεν ἀπὸ Ἑβραίων μαθόντες, καὶ τοῖς ἀντιγράφοις αὐτῶν τὰ ἡμέτερα συγκρίναντες, μαρτυρηθεῖσιν ὑπὸ τῶν μηδέπω διαστραφεισῶν ἐκδόσεων Ἀκύλου καὶ Θεοδοτίωνος καὶ Συμμάχου. ὀλίγα τοίνυν παραθησόμεθα ὑπὲρ τοῦ τοὺς φιλομαθεῖς ἐπιστρεφεστέρους γενέσθαι περὶ ταῦτα· εἷς τῶν υἱῶν Λευΐ ὁ πρῶτος †Γεσὼν έν τοῖς πλείστοις τῶν ἀντιγράφων ὠνόμασται ἀντὶ τοῦ Γηρσών, ὁμώνυμος τυγχάνων τῷ πρωτοτόκῳ Μωσέως, ἑκατέρων διὰ τὴν παροικίαν ἐν γῇ ἀλλοτρίᾳ γεννηθέντων τοῦ ὀνόματος ἑτοίμως κειμένου. πάλιν τῷ Ἰούδᾳ παρ' ἡμῖν μὲν ὁ δεύτερος Αὐνὰν εἶναι λέγεται, παρὰ δὲ Ἑβραίοις Ὠνάν ἐστι, ; >πόνος . πρὸς ἐν ταῖς ἀπάρσεσιν τῶν υἱῶν Ἰσραὴλ ἐν τοῖς Ἀριθμοῖς εὕρομεν ὅτι »Ἀπῄραν ἐκ Σοχὼθ καὶ παρενέβαλον εἰς Βουθάν«· τὸ δὲ Ἑραϊκὸν ἀντὶ Βουθὰν †»Αἰμὰν« λέγει.