Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 211
Not analysed yet
φησὶ γοῦν ἀναλαμβανόμενος τοῖς ἀποστόλοις· »Ἔσεσθέ μου μάρτυρες ἔν τε Ἰερου»σαλὴμ καὶ ἐν πάσῃ τῆ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς«. ἔτι δὲ ὥσπερ ὁ καθαρθεὶς λεπρὸς τὸ προστεταγμένον ὑπὸ Μωσέως προσάγει δῶρον, »εἰς μαρτύριον «τοῦτο ποιῶν τοῖς μὴ πι- στεύσασιν εἰς τὸν χριστόν, οὕτως εἰς μαρτύριον τοῖς ἀπίστοις οἱ μάρτυρες μαρτυροῦσι καὶ πάντες οἱ ὅγιοι, ῳν λάμπει τὰ ἔργα »ἔμ- »προσθεν τῶν ἀνθρώπων«. πολιτεύονται Ι γὰρ παρρησιαζόμενοι έν τῷ σταυρῷ τοῦ χριστοῦ καὶ μαρτυροῦντες περὶ τοῦ ἀληθινοῦ φωτός.