Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 215
Not analysed yet
Μετὰ δὲ ταῦτα ἄλλη μαρτυρία τοῦ αὐτοῦ βαπτιστοῦ περὶ Χριστοῦ ἐστι, τὴν προηγουμένην αὐτοῦ ὑπόστασιν ἔτι διδάσκουσα διήκουσαν ἐπὶ πάντα τὸν κόσμον κατὰ τὰς ψυχὰς τὰς λογικάς, ὅτε φησί· »Μέσος »ὑμῶν ἕστηκεν ὅν ὑμεῖς οὐκ οἴδατε, ὐπίσω μου ἐρχόμενος, οὗ οὐκ »εἰμὶ ἄξιος ἐγὼ ἵωα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος«. καὶ ἐπίσκεψαι, εἰ διὰ τὸ έν μέσῳ τοῦ παντὸς εἶναι σώματος τὴν καρδίαν, ἐν δὲ τῇ καρδίᾳ τὸ ἡγεμονικόν ,κατὰ τὸν ἐν ἑκάστῳ λόγον δύναται νοεῖσθαι τὸ »Μέσος ὑμῶν ἕστηκεν ὅν ὑμεῖς οὐκ αἴδατε«.