Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 219
Not analysed yet
καὶ τάχα οὐ μάτην μετὰ ἕξ μαρτυρίας παύεται μὲν ὁ Ἰωάννης μαρτυρῶν, Ἰησοῦς δὲ κατὰ τὸ ἕβδομον προτείνει τὸ »Τί ζητεῖτε«; πρέπουσα δὲ ὠφελη- μένοις ὑπὸ τῆς Ἰωάννου μαρτυρίας ἡ φωνὴ ἀναγορεύουσα τὸν χριστὸν διδάσκαλον καὶ ὁμολογοῦσα τὸ οἰκητήριον ποθεῖν θεάσασθαι τοῦ υἱοῦ τοῦ θεοῦ· φασὶ γὰρ αὐτῷ· »Ῥαββὶ (ὅ λέγεται μεθερμηνευόμενον »Διδάσκαλε«), ποῦ μένεις‘ »; καὶ ἐπεὶ »πᾶς ὁ ζητῶν εὑρίσκει«, ζητήσασι τὴν Ἰησοῦ μονὴν τοῖς Ἰωάννου μαθηταῖς ὑποδείκνυσι, λέγων αὐτοῖς. »Ἔρχφεσθε καὶ ὄψεσθε«, τάχα διὰ τοῦ μὲν »Ἔρχεσθε« ἐπὶ τὸ πρακτικὸν κὸν αὐτοὺς παρακαλῶν, διὰ δὲ τοῦ »Ὄψυεθε« τὴν ἀκολουθοῦσαν τῇ κατορθωσιε τῶν πράξων θεωρίαν πάντως ἔσεσθαι τοῖς βουλομένοις ὑπογράφων, γινομένην ἐν τῇ τοῦ Ἰησοῦ μονῇ.