Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 223
Not analysed yet
Ἀλλ’ ἐρεῖ τις, τί δήποτε προκειμένου διηγήσασθαι τὸ »Οὑτος ἦλθεν Ι εἰς μαρτυρίαν ,ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός« πάντα ταῦτα διεξεληλύθαμεν; λεκτέον δέ, ὅτι ἔδει παραστῆσαι τὰς μαρτυρίας τοῦ Ἰωάννου τὰς περὶ τοῦ φωτός, καὶ τὴν τάξιν αὐτῶν ἐκθέσθαι τήν τε ἀκολουθήσασαν οἷς ἐμαρτύρησεν ὠφέλειαν. γενομένην μετὰ τὴν Ἰωάννου μαρτυρίαν ἀπὸ τοῦ Ἰησοῦ, ἴνα τὸ ἀνύσιμον τῆς Ἰωάννου μαρτυρίας δηλωθῇ.