Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 228
Not analysed yet
οἷόν τε οὖν ἦν τὸν ἐλθόντα μαρτυρῆσαι περὶ τῆς ζωῆς τῆς ἔτι κρυπτομένης σὺν τῷ χριστῷ ἐν τῷ θεῷ· ἀλλ' οὐδὲ ἠλθεν εἰς μαρτυρίαν ,ἕνα μαρτυρήσῃ περὶ τοῦ λόγου, λόγον ἡμῶν νοούντων τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν καὶ θεὸν λόγου· ἐπὶ γῆς γὰρ »ὁ λόγος σὰρξ ἐγένετο«. καὶ ἦν ἂν μαρτυρίαι εἰ καὶ ἐδόκει περὶ περὶ τοῦ λόγου κυρίως ἂν λεχθησομένη ἡ περὶ λόγου γενομένου σαρκός, οὐχὶ δὲ λόγου θεοῦ· διόπερ οὐκ ἦλθεν, ἴνα μαρτυρήσῃ περὶ τοῦ λόγου.