Ancient Greek · ~3 min
23 to 25
Origen, Commentarii in Evangelium Joannis 23-3-25
Not analysed yet
ἵν’ οὐν διψήσωμεν, καλόν ἐστιν πιεῖν πρῶτον ἐκ τῆς πηγῆς τοῦ Ἰακώβ, οὐ λέγοντα αὐτὴν ὁμοίως τῇ Σαμαρείτιδι φρέαρ. ὁ γοῦν σωτὴρ οὐδὲ νῦν πρὸς τὸν ἐκείνης ἀπαντῶν λόγον ἐκ φρέατός φησιν εἶναι τὸ ὕδωρ, ἀλλὰ ἁπλῶς φησι· »Πᾶς ὁ πίνων »ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν«. εἴπερ δὲ μὴ ἐγίνετό τι χρήσιμον ἐκ τοῦ πιεῖν ἀπὸ τῆς πηγῆς, οὔτ’ ἂν ἐκαθέζετο ἐπὶ τῇ πηγή ὁ Ἰησοῦς, οὔτ’ ἂν ἔλεγεν τῇ Σαμαρείτιδι »Δός μοι πειῖν«. παρατηρητέον οὖν ὅτι καὶ αἰτούσῃ τὸ ὕδωρ τῇ Σαμαρείτιδι τὸν Ἰησοῦν οἱονεὶ ἐπηγγέλλετο παρέξειν αὐτὸ οὐ παρ’ ἄλλῳ τόπῳ ἀλλ’ ἢ παρὰ τῇ πηγή, λέγων αὐτῇ· »Ὕπαρε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε«.