Ancient Greek · ~3 min
237 to 238
Origen, Commentarii in Evangelium Joannis 237-238
Not analysed yet
διόπερ ὁ μὲν ἐκείνῳ ἔτι παιδευόμενος τῷ ἄρτῳ †τὸ λόγῳ θάνατον δέξασθαι δύναται, ὁ δὲ φθάσας ἐπὶ τὸν μετ’ ἐκεῖνον ἄρτον φαγὼν αὐτὸν ζήσεται εἰς τὸν αἰῶνα. ταῦτα δὲ πάντα οὐκ ἀκαίρως οἶμαι παρατεθεῖσθαι, τοῦ παρὰ τῷ Ἰορδάνῃ βαπτίσματος, ἐν Βηθαβαρᾷ ὑπὸ Ἰωάννου γινομένου, ἐξεταζομένου. Ἔτι δὲ καὶ τοῦτο παρατηρητέον, ὅτι μέλλῶν ἀναλαμβάνεσθαι Ἠλίας ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν, λαβὼν τὴν μηλωτὴν αὐτοῦ καὶ εἰλήσας ἐπάταξεν τὸ ὕδωρ, ὅπερ διῃρέθη ἔνθα καὶ ἔνθα, καὶ διέβησαν ἀμφότεροι, δηλονότι αὐτὸς καὶ ὁ Ἐλισαῖος· ἐπιτηδειότερος γὰρ πρὸς τὸ ἀναληφθῆναι γεγένηται ἐν τῷ Ἰορδάνῃ βαπτισάμενος, ἐπεὶ τὴν δἰ ὕδατος παραδοξοτέραν διάβασιν βάπτισμα, ὡς προπαρεθέμεθα, ὠνόμασεν ὁ Παῦλος.