Ancient Greek
243 to 245
Origen, Commentarii in Evangelium Joannis 243-2-245
Not analysed yet
πρώτῃ μετὰ τὸ λυθῆναι ἡμέρᾳ καὶ τῇ δευτέρᾳ, τελειοῦται δὲ αὐτοῦ ἡ ἔγερσις ἐν ὅλαις ταῖς τρισὶν ἡμέραις. διὰ τοῦτο καὶ γέγονεν ἀνάστασις καὶ ἔσται ἀνάστασις, εἵ γε συνετάφημεν τῷ χριστῷ καὶ συναν- έστημεν αὐτῷ. καὶ ἐπεὶ οὐκ ἀρκεῖ εἰς τὴν ὅλην ἀνάστασιν τὸ »Συν »ανέστημεν«· »Ἐν τῷ χριστῷ πάντες ζωοποιηθήσονται, ἕκαστος δὲ Ι ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ χριστοῦ ἐν »τῇ παρουσίᾳ αὐτοῦ, τὸ τὸ τέλος«. ἀναστάσεως γὰρ ἠν καὶ τὸ έν τῇ πρώτῃ ἡμέρᾳ γενέσθαι έν τῷ παραδείσῳ τοῦ θεοῦ, ἀναστάσεως δὲ ὅτε φαινόμενός φησι· »Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς »τὸν πατέρα«· τὸ δὲ τέλειον τῆς ἀναστάσεως ἠν, ὅτε γίνεται πρὸς τὸν πατέρα.