Ancient Greek
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 25-3
Not analysed yet
καὶ οἱ τὴν δόκησιν δὲ εἰσάγοντες, τὸν ταπεινώσαντα αὑτὸν »μέχρι θανάτου« καὶ ὑπήκοον γενόμενον μέχρι σταυροῦ μὴ νοήσαντες, μόνον δὲ τὸ ἀπαθὲς καὶ τὸ κρεῖττον παντὸς τοιούτου συμπτώματος φαντασθέντες, ἀποστερεῖν ἡμᾶς τὸ ὄσον ἐφ᾿ ἑαυτοῖς θέλουσιν τοῦ πάντων ἀνθρώπων δικαιοτάτου ἀνθρώπου, οὐ δυναμένους δι᾿ ἐκείνου σώζεσθαι.