Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 254
Not analysed yet
ὅτι μέντοι γε εἰς τὴν μόρφωσιν ὠφέληται ὁ Ἰωάννης ἀπὸ τοῦ ἔτι μορφουμένου, τοῦ κυρίου, †γενομένου ἐν τῇ μητρὶ πρὸς τὴν Ἐλισάβετ, τῷ κεκρατηκότι τῶν εἰρημένων περὶ τοῦ φωνὴν μὲν εἶναι τὸν Ἰωάννην, λόγον δὲ τὸν Ἰησοῦν δὴλον ἔσται· μεγάλη γὰρ φωνὴ γίνεται ἐν τῇ Ἐλισάβετ πληρωθείσῃ πνεύματος ἁγίου διὰ τὸν ἀσπασμὸν τῆς Μαρίας, ὡς αὐτὴ ἡ λέξις παρίστησιν οὕτως ἔχουσα· Καὶ ἀνεφώνησεν κραυγῇ μεγάλῃ«, (δηλονότι ἡ »καὶ εἶπεν«.