Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 257
Not analysed yet
καὶ εὐλογώτατά γε ἐν τῇ ὀρεινῇ αἱ τοιαῦται οἰκονομίαι ἐπιτελοῦνται, οὐδενὸς μεγάλου χωρουμένου ὑπὸ τῶν διὰ τὴν ταπεινότητα κοιλάδων κληθησομένων. καὶ ἐνθάδε ὑπὸ μετὰ τὰς Ἰωάννου μαρτυρίας, πρώτην μὲν τὴν ὑπὸ κεκραγότος λεγομένην καὶ θεολογοῦντος, δευτέραν δὲ πρὸς τοὺς ἱερεῖς καὶ Λευ· ίτας τοὺς ἀπὸ Ἱεροσολύμων ὑπὸ Ἰουδαίων ἀπεσταλμένους, καὶ τρίτην τὴν πρὸς τοὺς ἐκ τῶν Φαρισαίων πικρότερον ἐρωτήσαντας, Ἰησοῦς ἤδη βλέπεται ὑπὸ τοῦ μαρτυρήσαντος, ἐρχόμενος πρὸς αὐτὸν ἔτι προκόπτοντα καὶ βελτίονα γινόμενον· ἡς προκοπῆς καὶ βελτιώσεως σύμβολον ἡ ὠνομασμένη αὔριον· οἱονεὶ γὰρ ἐν ἑξῆς φωτισμῷ καὶ δευτέρᾳ ἡμέρᾳ παρὰ τὰ πρότερον ὁ Ἰησοῦς ἔρχεται, οὐ μόνον γινωσκόμενος ὡς μέσος ἑστηκὼς καὶ τῶν οὐκ εἰδότων, ἀλλ' ἤδη καὶ ὁρώμενος ἤκων τῷ ταῦτα πρότερον ἀποφηναμένῳ.