Ancient Greek · ~2 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 257-2
Not analysed yet
πῶς οὖν οἱ Ἰουδαῖοι λέγουσιν· »τεσσεράκοντα καὶ ἓξ ἔτεσίν »ᾠκοδομήθη ὁ ναὸς οὗτος; «εἰ μὴ ὄρα τις βιασάμενος φιλοτιμήσεται παραστῆσαι τὸν τεσσεράκοντα καὶ ἕξ ἐτῶν πληρουμένων χρόνον, ἀφ οὑ ὁ Δαβίδ φησι πρὸς Νάθαν τὸν προφήτην βουλευσάμενος περὶ τῆς οἰκοδομῆς τοῦ ναοῦ· »Ἰδού, ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ »κιβωτὸς τοῦ θεοῦ κάθηται ἐν μέσῳ τῆς σκηνῆς«. εἰ γὰρ καὶ κεκώλυται, ὡς ἀνὴρ αἱμάτων, οἰκοδομῆσαι αὐτόν, ἔοικέν γε ἠσχολῆσθαι περὶ τὴν συναγωγὴν τῆς ὕλης τοῦ ναοῦ.