Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 26-2
Not analysed yet
Ἐπεὶ δὲ τοῖς πολλοῖς οὐκ ἀπεκαλύπτετο, διὰ τοῦτό φησιν ὁ Παῦλος· »Ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν »ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα«. ὅρα δέ (εἰ καὶ οὕτως οἷόν τε ἀνθυπενεχθησομένην ἀνθυποφορὰν ὑπὸ τῶν μὴ παραδεχομένων τὸν λόγον τὴν λέξιν ταύτην οὕτως ἐκλαβεῖν τὸ »ἀποκαλυπτόμενον«) μήποτε διχῶς ἔστιν ἰδεῖν »ἀποκαλυπτόμενον«, καθ᾿ ἕνα μὲν τρόπον ὅτε νοεῖται, καθ᾿ ἕτερον δὲ ἐὰν †ᾐ τοῦτο προφητευόμενον, ὥστε γενέσθαι καὶ πληρωθῆναι αὐτό· τότε γὰρ ἀποκαλύπτεται, ὅτε ἐπιτελεῖται πληρούμενον.