Ancient Greek · ~3 min
260 to 262
Origen, Commentarii in Evangelium Joannis 260-262
Not analysed yet
Ἐπεὶ δὲ παρὰ τῷ μαθητῇ Ἰωάννῃ πόθεν πρὸς τὸν βαπτιστὴν ὁ σωτὴρ ἔρχεται οὐ λέγεται, τοῦτο μανθάνομεν ἀπὸ τῶν Ματθαίου γράψαντος· »Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλι- »λαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ’ αὐ- »τοῦ«. ὁ δὲ Μάρκος καὶ τὸν τόπον τῆς Γαλιλαίας προσέθηκεν εἰπών· Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἠλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου( Λουκᾶς δὲ τὸν μὲν τόπον ἀπεσιώπησεν ,ὅθεν Ἰησοῦς ἔρχεται, παραχωρήσας τοῖς εἰρηκόσιν τὸν λόγον, ὅπερ δὲ ἀπ’ ἐκείνων οὐ μεμαθήκαμεν αὐτὸς ἡμᾶς διδάσκει, ὡς ἄρα μετὰ τὸ βάπτισμα αὐτῷ προσευχομένῳ ἀνεῴχθη ὁ οὐρανός, καὶ κατέβη τὸ ἅγιον πνεῦμα σωματικῷ εἴδει ὡς περιστερά.