Ancient Greek · ~1 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 263-2
Not analysed yet
Εἰ τὸ σῶμα τοῦ Ἰησοῦ ναὸς αὐτοῦ εἵρηται, ζητῆσαι ἄξιον πότερον ἁπλούστερον τοῦτο ἐκδεκτέον ,ἢ ἕκαστον τῶν ἀναγεγραμμένων περὶ τοῦ ναοῦ φιλοτιμητέον ἀνάγειν εἰς τὸν περὶ τοῦ σώματος Ἰησοῦ λόγον ,ἤτοι οὗ εἴληφεν ἐκ τῆς παρθένου, ἢ τῆς ἐκκλησίας σώματος αὐτοῦ λεγομένης εἶναι, ὡς καὶ ἡμᾶς μέλη τοῦ σώματος αὐτοῦ παρὰ τῷ ἀποστόλῳ ὀνομάζεσθαι.