Ancient Greek
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 268-2
Not analysed yet
καὶ τότε ἕκαστος τῶν ζώντων λίθων κατὰ τὴν ἀξίαν τοῦ ἐνταῦθα βίου ἔσται τοῦ ναοῦ λίθος, ὁ μέν τις ἐν τῷ θεμελίῳ ἀπόστολος ἢ προφήτης βαστάζων τοὺς ἐπικειμένους, ὁ δέ τις μετὰ τοὺς ἐν τῷ θεμελίῳ ὑπὸ μὲν τῶν ἀποστόλων βασταζόμενος καὶ αὐτὸς σὺν τοῖς ἀποστόλοις συνβαστάςων τοὺς ὑποδεεστέρους· καὶ ὁ μέν τις ἔσται λίθος τῶν ἐνδοτάτων, ἔνθα ἡ κιβωτὸς καὶ τὰ Χερουβεὶν καὶ τὸ ἱλαστήριον· ἕτερος δὲ τοῦ περιβόλου, καὶ ἄλλος ἔτι ἔξω τοῦ περιβόλου τῶν Λευϊτῶν καὶ ἱερέων λίθος τοῦ θυσιαστηρίου τῶν ὁλοκαρπωμάτων.