Ancient Greek · ~1 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 270
Not analysed yet
λόγος »ἀμνὸς« συμβολικῶς καλούμενος ἅμα τῷ φωτίζεσθαι τὴν ψυχὴν καταπεμπόμενος (αὕτη γὰρ ἂν εἴη ἡ ἑωθινὴ ἐνδελεχισμοῦ θυσία) καὶ πάλιν ἐπὶ τέλει τῆς τοῦ νοῦ ἐν τοῖς θειοτέροις διατριβῆς ἀναφερόμενος; οὐ γὰρ ἀεὶ δύναται διαρκεῖν τὸ εἶναι ἐν τοῖς κρείττοσιν ,ὅσον κεκλήρωται ἡ ψυχὴ συνεζεῦχθαι τῷ γηίνῳ καὶ βαροῦντι σώματι.