Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 271-3
Not analysed yet
Καὶ ὁ Ἡρακλέων μέντοι γε ὁμοίως τοῖς πολλοῖς ἐπὶ τῆς λέξεως ἔμεινεν μὴ οἰόμενος αὐτὴν ἀνάγεσθαι. φησὶ γοῦν ὅτι Τὸν τῶν γεννημάτων λέγει θερισμόν, ὡς τούτου μὲν ἔτι διωρίαν ἔχοντος τετράμηνον, τοῦ Τε θερισμοῦ, οὗ αὐτὸς ἔλεγεν, ἤδη ἐνεστῶτος. καὶ τὸν θερισμὸν δὲ οὐκ οἶδ' ὅπως ἐπὶ τῆς ψυχῆς ἐξείληφεν τῶν πιστευόντων, λέγων ὅτι Ἠδη ἀκμαῖοι καὶ ἕτοιμοί εἰσιν πρὸς θερισμὸν καὶ ἐπιτήδειοι πρὸς τὸ συναχθῆναι εἰς ἀποθήκην, τοῦτ’ ἔστιν διὰ πίστεως εἰς ἀνάπαυσιν, ὅσαι γε ἕτοιμοι· οὐ γὰρ πᾶσαι· αἱ μὲν γὰρ ἤδη ἕτοιμοι ἠσαν, φησίν, αἱ δὲ ἔμελλον, αἱ δὲ μέλλουσιν ,αἱ δὲ ἐπισπείρονται ἤδη.