Ancient Greek · ~4 min
274 to 276
Origen, Commentarii in Evangelium Joannis 274-276
Not analysed yet
διόπερ καὶ ἐν τῇ Ἀποκαλύψει ἀρνίον ὁρᾶται »ἑστηκὸς »ὡς ἐσφαγμένον«. οὑτος δὴ ὁ ἀμνὸς σφαγεὶς καθάρσιον γεγένηται κατά τινας ἀπορρήτους λόγους τοῦ ὅλου κόσμου, ὑπὲρ οὗ κατὰ τὴν τοῦ πατρὸς φιλανθρωπίαν καὶ τὴν σφαγὴν ἀνεδέξατο, ὠνούμενος τῷ ἑαυτοῦ αἵματι ἀπὸ τοῦ ταῖς ἁμαρτίαις ἡμᾶς πιπρασκομένους ἀγοράσαντος. ὁ δὲ προσαγαγὼν τοῦτον τὸν ἀμνὸν ἐπὶ τὴν θυσίαν ὁ ἐν τῷ ἀνθρώπῳ ἡν θεός, μέγας ἀρχιερεύς, ὅστις τοῦτο δηλοῖ διὰ τοῦ »Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυ- »τοῦ. ἐξουσίαν ἔχω θεῖναι *,καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν‘. Καὶ ταύτῃ <τῇ> θυσίᾳ συγγενεῖς εἰσιν αἱ λοιπαί, σύμβολόν εἰσιν αἱ νομικαί. λοιπαὶ δὲ καὶ συγγενεῖς ταύτῃ τῇ θυσίᾳ θυσίαι αἱ ἐκχύσεις εἶναί μοι φαίνονται τοῦ τῶν γενναίων μαρτύρων αἵματος, οὐ μάτην ὁρωμένων ἑστάναι ὑπὸ τοῦ μαθητοῦ Ἰωάννου παρὰ τῷ οὐρανίῳ θυσιαστηρίῳ »Τίς δὲ σοφὸς καὶ συνήσει ταῦτα; ἢ »συνετὸς καὶ ἐπιγνώσεται αὐτά; «