Ancient Greek · ~4 min
278 to 280
Origen, Commentarii in Evangelium Joannis 278-280
Not analysed yet
ἔμξασις μὲν οὖν πολλῆς ὠμότητος διὰ τούτων παρεισ x003E; ᾡ τοιαῦται ὑπὲρ σωτηρίας ἀνθρώπων ἐπιτελοῦνται θυσίαι. μεγαλοφυεστέρου δὲ νοῦ καὶ βλέποντος πρὸς τὸ τὰ λεγόμενα κατὰ τῆς προνοίας λύειν χρῄζομεν, ἕν ἅμα περὶ πάντων ὡς ἀπορρητοτέρων ὄντων καὶ ὑπὲρ ἀνθρωπίνην φύσιν ἀπολογώμεθα· Μεγάλαι γὰρ αἱ κρίσεις τοῦ θεοῦ καὶ δυσδιήγητοι· διὰ τοῦτο ἀπαί- »δευτοι ψυχαὶ ἐπλανήθησαν«. μεμαρτύρηται δὲ καὶ παρὰ τοῖς ἔθνεσιν ὅτι πολλοί τινες, λοιμικῶν ἐνσκηψάντων νοσημάτων, ἑαυτοὺς σφάγια ὑπὲρ τοῦ κοινοῦ παραδεδώκασιν. καὶ παραδέχεται ταῦθ’ οὕτως γεγονέναι οὐκ ἀλόγως πιστεύσας ταῖς ἱστορίαις ὁ πιστὸς Κλήμης, ὑπὸ Παύλου μαρτυρούμενος λέγοντος· »Μετὰ Κλήμεντος καὶ τῶν λοιπῶν »συνεργὼν μου, ὡν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς«. τὴν ὁμοίαν δὲ ἔχει ἀπέμφασιν παρὰ τῷ θέλοντι τῶν τοὺς πολλοὺς λανθανόντων μυστηρίων κατηγορεῖν καὶ τὰ περὶ τῶν μαρτύρων προστεταγμένα· εὐδοκοῦντος τοῦ θεοῦ μᾶλλον ἡμᾶς ἀναδέξασθαι πάσας χαλεπωτάτας αἰκίας ἐν τῷ ὁμολογεῖν αὐτοῦ τὴν θειότητα, ἤπερ ἀπαλλαγῆναι τῶν τοσούτων νομιζομένων κακῶν πρὸς βραχὺν χρόνον, λόγῳ συνπεριενεχθέντας τῷ θελήματι τῶν ἐχθρῶν τῆς ἀληθείας.