Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 288
Not analysed yet
Ὅτε δὲ πορεύεται νικηφόρος καὶ τροπαιοφόρος μετὰ τοῦ ἐκ νεκρῶν ἀναστάντος σώματος πῶς γὰρ ἄλλως δεῖ νοεῖν τὸ »Οὔπω »ἀναβέβηκα πρὸς τὸν πατέρα μου; «καὶ τὸ »Πορεύομαι δὲ πρὸς τὸν »πατέρα μου«;) τότε αἱ μέν τινες λέγουσιν δυνάμεις· »Τίς οὗτος ὁ »παραγενόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων ἱματίων ἐκ Βοσόρ, οὕτως ὡραῖος; «οἱ δὲ προπέμποντες αὐτὸν τοῖς ἐπὶ τῶν οὐρανίων πυλῶν τεταγμένοις φασὶν τὸ »Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης«.