Ancient Greek · ~1 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 296
Not analysed yet
καὶ ταῦτα γίνεται ἕως ὁ ἔσχατος ἐχθρός, ὁ θάνατος, ὑπ’ αὐτοῦ καταργηθῇ. ἐὰν δὲ τὸ ὑποτάσσεσθαι τῷ χριστῷ νοήσωμεν ὅ τί ποτ' ἔστιν μάλιστ' ἐκ τοῦ »Ὅταν δὲ αὐτῷ †πάντα ὑποταγῇ, τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεται »τῷ ὑποτάξαντι αὐτῷ †πάντα«, ἀξίως τῆς ἀγαθότητος τοῦ τῶν ὅλων θεοῦ νοήσωμεν τὸν ἀμνὸν τοῦ θεοῦ αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου.