Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 298
Not analysed yet
καὶ δεήσει ἐπὶ τὴν τοιαύτην ψυχὴν πεμφθῆναι τὸ εὑρίσκον τὰς ἀκάνθας πῦρ, καὶ μέχρι αὐτῶν στησόμενον διὰ τὴν ἑαυτοῦ θειότητα καὶ οὐ προσεμπρῆσον ἅλωνας ἢ στάχυας πεδίων. τοῦ αἴροντος δὲ τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ διὰ σφαγῆς ἀρχομένου ὁδοὶ τυγχάνουσιν πλείονες, ὡν αἱ μὲν σαφεῖς εἶναι τοῖς πολλοῖς δύνανται, αἱ δὲ τοὺς τοσούτους λανθάνουσαι τοῖς τῆς θείας σοφίας ἀξιουμένοις, οἷς μόνοις εἰσὶν γνώριμοι.