Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 300
Not analysed yet
ἀναγκαῖον δὲ ἠν ὑπὲρ τοῦ μὴ ἀναιρεθῆναι τὸν δοκοῦντα τῇ ἐξετάσει τοῦ λόγου παρακολουθεῖν τοῦ λέγοντος· »Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου«· ἐπιπλεῖον περὶ τούτων διαλαβεὶν, ἱν εἰδότες ὅτι καὶ θυμῷ θεοῦ ἔστιν ἐλεγχθῆναι καὶ ὀργῇ θεοῦ παιδευθῆναι, διὰ τὸ εἰς ὑπερβολὴν φιλάνθρωπον οὐδένα πάντη ἀνέλεγκτον καὶ ἀπαίδευτον ἐῶντος, πάντα ποιήσωμεν εἰς τὸ μὴ δεηθῆναι ἐλέγχων καὶ τῆς διὰ τῶν ἐπιπονωτάτων παιδείας.