Ancient Greek · ~3 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 304-2
Not analysed yet
πῶς δὲ οὐ μακαριώτεροι οἱ ὀφθαλμοὶ οἱ ὑπὸ τοῦ Ἰησοῦ μακαριζόμενοι ἐπὶ τοῖς τεθεωρημένοις τῶν μὴ φθα- σάντων ἐπὶ τὴν τῶν τοιούτων θέαν; ὁ δὲ Συμεὼν ἀγαπᾷ εἰς τὰς ἀγκάλας λαβὼν τὸ σωτήριον τοῦ θεοῦ, καὶ θεασάμενος αὐτὸ εἶπεν· »Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, »ὅτι εί͂δον οἱ ὀφραλμοί μου τὸ σωτήριόν σου«. διόπερ φιλοτιμητέον ἀνοίγειν τοὺς ὀφθαλμοὺς κατὰ τὸν Σολομῶντα, ἵνα ἄρτων ἐμπλησθῶμεν· φησὶ γάρ· »Διάνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι »ἄρτων«. καὶ ταῦτά μοι διὰ τὸ »»Ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ Ἰησοῦς« εἰρήσθω, ἕνα τὸ τέλειον τῆς πίστεως ἐκ τῶν περὶ πίστεως ἐξητασμένων καταλάβωμεν ὴμῖν δοθήσεσθαι ἐν τῇ μεγάλῃ ἐκ νεκρῶν ἀναστάσει τοῦ παντὸς Ἰησοῦ σώματος, τῆς ἁγίαςἐκκλησίας ἐκκλησίας αὐτοῦ.