Ancient Greek
32 to 33
Origen, Commentarii in Evangelium Joannis 32-2-33
Not analysed yet
ἐπεὶ δὲ πάντη φράσσεσθαι δεὶ τοὺς γενναίους Χριστοῦ στρατιώτας ὑπὲρ ἀληθείας, οὐδαμοῦ κατὰ τὸ δυνατὸν παρείδυσιν ἐῶντας ἐγγενέσθαι τῇ ἀπὸ τοῦ ψεύδους πιθανότητι, φέρε καὶ ταῦτα σκοπήσωμεν. τάχα γὰρ φήσουσι τὴν προτέραν Ἰωάννουπερὶ περὶ Χριστοῦ μαρτυρίαν εἶναι· »Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν«. τὸ δὲ »Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβο- »μεν καὶ χάριν ἀντὶ χάριτος« καὶ τὰ ἑξξῆς εἰρῆσθαι ἐκ προσώπου τοῦ μαθητοῦ.