Ancient Greek · ~7 min
32 to 38
Origen, Commentarii in Evangelium Joannis 32-3-38
Not analysed yet
ἔπρεπεν γὰρ τῷ θεῷ] λογικώτερον ἀπαγγέλλοντι περὶ τοῦ γενομένου σαρκὸς λόγου καὶ τὴν γένεσιν διὰ τοῦτο μὴ ἀναγράψαντι τοῦ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγου, μηδὲ τὸν παρὰ τῇ θαλάσσῃ εὑρημένον καὶ ἐκεῖθεν καλούμενον εἰπεῖν, ἀλλὰ τὸν εὐρισκόμενον ὑπὸ τοῦ ἀδελφοῦ, μείναντος παρὰ τῷ Ἰησοῦ τῇ δεκάτῃ ὥρᾳ, καὶ διὰ τὸ οὕτως εὑρίσκεσθαι εὐθέως λαμβάνοντα τὸ »Κηφᾶς«. ὁ γὰρ ὁρώμενος ὑπὸ τοῦ περιπατοῦντος παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας μόλις ποτὲ καὶ ὕστερον λαμβάνει τὸ Νυ εἶ Πέτρος, »καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν«. καὶ ὁ μὲν παρὰ τῷ Ἰωάννῃ Ἰησοῦς γινώσκεται παρὰ τοῖς Φαρισαίοις βαπτίζων, ἐν τοῖς μαθηταῖς αὐτοῦ βαπτίζων, μετὰ καὶ τῶν ἄλλων ἐξαιρέτων καὶ τοῦτο ποιῶν· ὁ δὲ παρὰ τοῖς τρισὶν Ἰησοῦς οὐδαμῶς βαπτίζει. ἔτι δὲ καὶ ὁ βαπτιστὴς Ἰωάννης μέχρι πολλοῦ παρὰ τῷ ὁμωνύμῳ εὐαγγελιστῇ διαρκεῖ μὴ βεβλημένος εἰς φυλακήν· ὁ δὲ παρὰ τῷ Ματθαίῳ σχεδὸν Ἰησοῦ πειραζομένου εἰς τὴν φυλακὴν παραδίδοται· δι ὃν καὶ ἀναχωρεῖ ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, περιϊστάμενος τὸ γενέσθαι ἐν τῇ φυλακῇ· ἀλλ’ οὐδὲ εὑρίσκεται παρὰ τῷ Ἰωάννῃ ὁ βαπτιστὴς παραδιδόμενος εἰς φυλακήν. τίς δ' οὕτως σοφὸς καὶ ἐπὶ τοσοῦτον ἱκανὸς ὡς πάντα τὸν Ἰησοῦν ἀπὸ τῶν τεσσάρων εὐαγγελιστῶν μαθεῖν, καὶ ἔκαστον ἰδίᾳ χωρῆσαι νοῆσαι, καὶ πάσας αὐτοῦ τὰς καθ ἕκαστον τόπον ἰδεῖν ἐπιδημίας καὶ λόγους καὶ ἔργα; Κατὰ μέντοι γε τὸν προκείμενον τόπον ἀκολούθως νομίζομεν τῇ ἕκτῃ ἡμέρᾳ τὸν σωτῆρα, ὅτε γεγένηται ἡ κατὰ τὸν γάμον οἰκονομία ἐν Κανᾷ τῆς Γαλιλαίας, καταβεβηκέναι ἅμα τῇ μητρὶ καὶ τοῖς ἀδεφοῖς καὶ τοῖς μαθηταῖς εἶς τὴν Καφαρναούμ, ὅπερ ἑρμηνεύεται ἀγρος >παρακλήσεως<. ἐχρῆν γὰρ μετὰ τὴν έν τῷ οἴνῳ εὐωχίαν καὶ εἰς τῆς >παρακλήσεως ἅμα τῇ μητρὶ καὶ τοῖς μαθηταῖς ἐληλυθέναι τὸν σωτῆρα, παρακαλέσοντα ἐπὶ τοῖς ἐν τῷ †πλήθει ἀγρῷ ἐσομένοις καρποῖς τοὺς μαθητευομένους καὶ τὴν συνειληφυῖαν αὐτὸν ψυχὴν ἐκ τοῦ ἁγίου πνεύματος, ἢ τοὺς ἐκεῖ ὠφελημένους.