Ancient Greek
357 to 358
Origen, Commentarii in Evangelium Joannis 357-2-358
Not analysed yet
ὅτε δὲ ἀπεκάλυψεν ὁ οὐράνιος πατὴρ οἷς ἀπεκάλυψεν ἀπὸ τοῦ κόσμου οὖσιν τὴν τοῦ Ἰησοῦ γνῶσιν, τότε ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τοῖς ἐγνωκόσιν αὐτόν, καὶ δἰ ης ἐδοξάσθη δόξης έν τοῖς ἐγνωκόσιν αὐτόν, περιεποίησεν δόξαν τοῖς ἐγνωκόσιν αὐτόν· οἱ γὰρ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτρζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφοῦνται. Ὅρα δὲ πόθεν >ἀπὸ δόξης< φησί, καὶ ποῦ >εἰς δόξαν>· ἀπὸ δόξης τῆς τοῦ δοξαζομένου, εἰς δόξαν τὴν τῶν δοξαζόντων.