Ancient Greek · ~3 min
390 to 391
Origen, Commentarii in Evangelium Joannis 390-391
Not analysed yet
οἶμαι δ᾿ ὅτι ὁ μὴ πάντα τὰ ἐν Ἱεροσολύμοις θεωρήσας ἔργα τοῦ Ἰησοῦ οὐ δέξεται τὸν Ἰησοῦν, ἢ οὐδὲ ἐπιδημήσει τὴν ἧς σύμβολον †ἐπιδημίας ἐπιδημίαν ταύτην τοῖς μὴ πρότερον ἀναβεβηκόσιν εἰς τὴν ἑορτὴν καὶ μὴ πάντα τεθεαμένοις ὅσα ἐποίει ἐν τοῖς Ἱεροσολύμοις. IV, 46. Ἦλθεν οὖν πάλιν εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον. Ὅσα ἐχωρήσαμεν περὶ τῆς Κανᾶ, ἐν τοῖς ἀνωτέρω εἴπομεν. δύο δὲ οὐ μάτην ἐπιδημίαι ἐν Κανᾷ τῷ Ἰησοῦ γίνονται· μήποτε γὰρ σημαίνουσιν τὰς δύο τοῦ σωτῆρος εἰς τὸν κόσμον ἐπιδημίας· τὴν μὲν προτέραν, ἵν᾿ εὐφράνῃ τοὺς συνεστιωμένους, τὴν δὲ δευτέραν, ἴνα τὸν ἐγγὺς γενόμενον τοῦ θανάτου οὐ βασιλέως υἱόν, ἀλλά τινος βασιλικοῦ ἀναστήσῃ.