Ancient Greek
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 40-2
Not analysed yet
ὅρα οὖν εἰ ἐνταῦθα τοὺς ἀδελφοὺς ἀντὶ τῶν συγκαταβεβηκυιῶν αὐτῷ δυ- νάμεων ἐκληπτέον ,οὐ καλουμένων εἰς τὸν γάμον καθ’ ἃς εἴπαμεν διηγήσεις, κατωτέρω δὲ ἐν ὑποδεεστέροις τῶν χρηματιζόντων μαθητῶν τοῦ χριστοῦ καὶ ἀλλοειδῶς ὠφελημένων· ὅτι εἰ καλεῖται μήτηρ αὐτοῦ, εἰσί τινες καρποφοφοῦντς, πρὸς οὓς αὐτός τε καταβαίνει ὁ κύριος σὺν τοῖς ὑπηρέταις τοῦ λόγου καὶ μαθηταῖς, τοὺς τοιούτους ὠφελῶν, καὶ τῆς μητρὸς αὐτῷ συμπαρούσης.