Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 42-2
Not analysed yet
τάχα δὲ οὕτω ζητητέον καὶ τὸ »Εἰ δο- »κιμὴν ζητεῖτε τοῦ ἑν λαλοῦντος χριστοῦ«; οἱονεὶ γὰρ καθ᾿ ἕκαστον ἅγιον Χριστὸς εὑρίσκεται, καὶ γίνονται διὰ τὸν ἕνα χριστὸν πολλοὶ |χριστοὶ οἱ ἐκείνου μιμηταὶ καὶ κατ’ αὐτὸν εἰκόνα ὄντα θεοῦ μεμορφωμένοι· ὅθεν ὁ θεὸς διὰ τοῦ προφήτου φησίν· »Μὴ ἅψησθε τῶν »Χριστῶν μου«. ὃ τοίνυν ἐδόξαμεν παρεληλυθέναι διηγούμενοι τὸ »Ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο«, τοῦτο νῦν κατὰ τὸ ἐμπεσὸν ἀνεπτύξαμεν· ἅμα δὲ παρεστήσαμεν ὅτι τοῦ βαπτιστοῦ Ἰωάννου ἐστὶν ἡ φωνὴ ἔτι καὶ διὰ τούτων μαρτυροῦντος τῷ υἱῷ τοῦ θεοῦ.